누가복음 19:1-10 삭개오

Sermon  •  Submitted
0 ratings
· 17 views
Notes
Transcript
1
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
2
Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος,
καὶ αὐτὸς ἦν ἀρχιτελώνης
καὶ αὐτὸς πλούσιος·
3
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν
καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
4
καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν
ἵνα ἴδῃ αὐτὸν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
5
καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν·
Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
6
καὶ σπεύσας κατέβη
καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7
καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
8
σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον·
ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι,
καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.
9
εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς
ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο,
καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
10
ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
Related Media
See more
Related Sermons
See more