Ephesians 2: 1-10
Sermon • Submitted • Presented
0 ratings
· 6 viewsNotes
Transcript
Καὶ ὑμᾶς ὄντας νεκροὺς
τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις,
2ἐν αἷς ποτὲ περιεπατήσατε
κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου,
κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος,
τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας:
3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε
ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν,
ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς
καὶ τῶν διανοιῶν,
καὶ ἦμεν τέκνα φύσει ὀργῆς,
ὡς καὶ οἱ λοιποί:
4ὁ δὲ θεός,
πλούσιος ὢν ἐν ἐλέει,
διὰ τὴν πολλὴν ἀγάπην
αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν
συνεζῳοποίησεν τῷ χριστῷ
-χάριτί ἐστε σεσῳσμένοι-
6καὶ συνήγειρεν,
καὶ συνεκάθισεν
ἐν τοῖς ἐπουρανίοις
ἐν χριστῷ Ἰησοῦ:
7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν
τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν χριστῷ Ἰησοῦ:
8τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι
διὰ τῆς πίστεως,
καὶ τοῦτο οὐκ ἐξ ὑμῶν:
θεοῦ τὸ δῶρον:
9οὐκ ἐξ ἔργων,
ἵνα μή τις καυχήσηται.
10Αὐτοῦ γάρ ἐσμεν ποίημα,
κτισθέντες ἐν χριστῷ Ἰησοῦ
ἐπὶ ἔργοις ἀγαθοῖς,
οἷς προητοίμασεν ὁ θεός,
ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.