Study Notes Only Revelation 10
I saw still another mighty angel coming down from heaven,
1 Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ,
clothed with a cloud. And a rainbow was on his head, his face was like
περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ
the sun, and his feet like pillars of fire.
ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός·
He had a little book open in his hand. And he set his right
2 καὶ εἴχεν ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἀνεῳγμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ
foot on the sea and his left foot on the land,
τὸν δεξιὸν ἐπὶ τὴν θάλασσαν, τὸν δὲ εὐώνυμον ἐπὶ τὴν γῆν,
and cried with a loud voice, as when a lion roars. When he cried out, seven
3 καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ
thunders uttered their voices.
ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς,
Now when the seven thunders uttered their voices, I was about to write; but
4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί τὰς φωνὰς ἑαυτῶν, ἔμελλον γράφειν· καὶ
I heard a voice from heaven saying to me, Seal up the things which the seven
ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν μοι, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ
thunders uttered, and do not write them.
βρονταί, καὶ μὴ ταὐτὰ γράψῃς.
The angel whom I saw standing on the sea and on the land raised
5 καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν
up his hand to heaven
χεῖρα αὐτοῦ εἰς τὸν οὐρανὸν,
and swore by Him who lives forever and ever, who created heaven and
6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ
the things that are in it, the earth and the things that are in it, and the sea and the things that
τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι
are in it, that there should be delay no longer,
χρόνος οὐκ ἔσται έτι·
but in the days of the sounding of the seventh angel, when he is about to sound,
7 ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν,
the mystery of God would be finished, as He declared to His servants the
καὶ τελεσθῇ τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοῖς ἑαυτοῦ δούλους τοῖς
prophets.
προφήταις.
Then the voice which I heard from heaven spoke to me again and said,
8 καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα μετ ̓ ἐμοῦ, καὶ λέγουσα,
Go, take the little book which is open in the hand of the angel who stands on
Ύ̔παγε λάβε τὸ βιβλαρίδιον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ
The sea and on the earth.
τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
So I went to the angel and said to him, Give me the little book. And he said to
9 καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ, Δός μοι τὸ βιβλαρίδιον. καὶ λέγει
me, Take and eat it; and it will make your stomach bitter, but it will be as sweet
μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ ̓ ἐν τῷ στόματί
as honey in your mouth.
σου ἔσται γλυκὺ ὡς μέλι.
Then I took the little book out of the angel’s hand and ate it,
10 καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό,
and it was as sweet as honey in my mouth. But when I had eaten it, my stomach
καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ
became bitter.
κοιλία μου.
And he said to me, You must prophesy again about many peoples, nations,
11 καὶ λέγει μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ γλώσσαις
tongues, and kings.
καὶ βασιλεῦσι πολλοῖς.