Study Notes Only Revelation 9
Then the fifth angel sounded: And I saw a star fallen from heaven
1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ
to the earth. To him was given the key to the bottomless pit.
πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου.
And he opened the bottomless pit, and smoke arose out of the pit like the smoke
2 καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς
of a great furnace. So the sun and the air were darkened because of the smoke of the pit.
καμίνου μεγάλης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
Then out of the smoke locusts came upon the earth. And to them was given power, as
3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς
the scorpions of the earth have power.
ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
They were commanded not to harm the grass of the earth, or any green thing,
4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρὸν,
or any tree, but only those men who do not have the
οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους μόνους οἵτινες οὐκ ἔχουσι τὴν
seal of God on their foreheads.
σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
And they were not given authority to kill them, but to torment them for five
5 καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ ̓ ἵνα βασανισθῶσι μῆνας
months. Their torment was like the torment of a scorpion when it strikes a man.
πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
In those days men will seek death and will not
6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐχ
find it; they will desire to die, and death will flee from them.
εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ὁ θάνατος ἀπ ̓ αὐτῶν.
The shape of the locusts was like horses prepared for battle. On
7 καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ
their heads were crowns of something like gold, and their faces were like
ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς
the faces of men.
πρόσωπα ἀνθρώπων.
They had hair like women’s hair, and their teeth were like lions’ teeth.
8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.
And they had breastplates like breastplates of iron, and the sound of their wings was
9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς
like the sound of chariots with many horses running into battle.
φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
They had tails like scorpions, and there were stings in their tails.
10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα ἦν ἐν ταῖς οὐραῖς αὐτῶν· καὶ
Their power was to hurt men five months.
ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε·
And they had as king over them the angel of the bottomless pit, whose name
11 καὶ ἔχουσιν ἐπ ̓ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ
in Hebrew is Abaddon, but in Greek he has the name Apollyon.
Ἑβραϊστὶ Ἀβαδδὼν, καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
One woe is past. Behold, still two more woes are coming after these things.
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
Then the sixth angel sounded: And I heard a voice from the four
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων
horns of the golden altar which is before God,
κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ,
saying to the sixth angel who had the trumpet, Release the four
14 λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ ὅς εἴχε τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας
angels who are bound at the great river Euphrates.
ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
So the four angels, who had been prepared for the hour and day
15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν
and month and year, were released to kill a third of mankind.
καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων.
Now the number of the army of the horsemen was two hundred million; I heard
16 καὶ ὁ ἀριθμὸς στρατευμάτων τοῦ ἱππικοῦ, δύο μυριάδες μυριάδων· καὶ ἤκουσα
the number of them.
τὸν ἀριθμὸν αὐτῶν.
And thus I saw the horses in the vision: those who sat on them
17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ ̓ αὐτῶν,
had breastplates of fiery red, hyacinth blue, and sulfur yellow; and the heads of the
ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν
horses were like the heads of lions; and out of their mouths came fire,
ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ
smoke, and brimstone.
καπνὸς καὶ θεῖον.
By these three plagues a third of mankind was killed — by the fire
18 ὑπὸ τῶν τριῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς
and the smoke and the brimstone which came out of their mouths.
καὶ ἐκ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
For their power is in their mouth and in their tails; for their tails are like
19 ἡ γὰρ ἐξουσία αὐτῶν ἐν τῷ στόματι αὐτῶν ἐστι, αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι
serpents, having heads; and with them they do harm.
ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
But the rest of mankind, who were not killed by these plagues,
20 καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις,
did not repent of the works of their hands, that they should not worship
οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ
demons, and idols of gold, silver, brass, stone, and
δαιμόνια, καὶ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ
wood, which can n either see nor hear nor walk.
ξύλινα, ἃ οὔτε βλέπειν δύναται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν·
And they did not repent of their murders or their sorceries or
21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν, οὔτε
Their sexual immorality or their thefts.
ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.