Translation: John 5:1-30
Μετὰ ταῦτα ἦν ⸆ ἑορτὴ τῶν Ἰουδαίων ⸇ καὶ ἀνέβη ⸆1 Ἰησοῦς εἰς Ἱεροσόλυμα.*
2 Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ⸂ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη⸃ Ἑβραϊστὶ ⸀Βηθζαθὰ πέντε στοὰς ἔχουσα.* 3 ἐν ταύταις κατέκειτο πλῆθος ⸆ τῶν ἀσθενούντων,* τυφλῶν, χωλῶν, ξηρῶν ⸇. ⸆1 *5 ἦν δέ ⸂τις ἄνθρωπος ἐκεῖ⸃ ⸄τριάκοντα [καὶ] ὀκτὼ ἔτη⸅ ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ·* 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ⸂ἤδη χρόνον ἔχει⸃, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;* 7 ⸀ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει⸆.* 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.* 9 ⸂καὶ εὐθέως⸃ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.
Ἦν δὲ σάββατον ⸋ἐν ἐκείνῃ τῇ ἡμέρᾳ⸌. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν,* καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν °σου. *11 ⸂ὁ δὲ⸃ ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ⸋ἠρώτησαν ⸀αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ἆρον ⸆ καὶ περιπάτει;⸌ 13 ὁ δὲ ⸀ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ ⸁γὰρ Ἰησοῦς ⸀1ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν °ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν ⸉σοί τι⸊ γένηται.* 15 ⸀ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ⸁ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.* 16 καὶ διὰ τοῦτο ἐδίωκον ⸂οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν⸃, ὅτι ταῦτα ⸀ἐποίει ἐν σαββάτῳ.
17 Ὁ δὲ °[Ἰησοῦς] ἀπεκρίνατο αὐτοῖς·* ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι·* 18 διὰ τοῦτο °οὖν μᾶλλον ⸉ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι⸊, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον,* ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεὸν ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
19 Ἀπεκρίνατο οὖν ⸋ὁ Ἰησοῦς⸌ καὶ ⸀ἔλεγεν αὐτοῖς· ἀμὴν ἀμὴν λέγω ὑμῖν,* οὐ δύναται ὁ υἱὸς ⸆ ποιεῖν ⸇ ἀφʼ ἑαυτοῦ ⸁οὐδὲν ⸀1ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ,* ταῦτα καὶ ὁ υἱὸς ⸉ὁμοίως ποιεῖ⸊. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ,* καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα,* ἵνα ὑμεῖς ⸀θαυμάζητε.* 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.* 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, *23 ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσιν τὸν πατέρα.* ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
*24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται,* ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα ⸋καὶ νῦν ἐστιν⸌ ὅτε οἱ νεκροὶ ⸀ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ °οἱ ἀκούσαντες ⸁ζήσουσιν. 26 ⸀ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ,* οὕτως ⸉καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν⸊ ἔχειν ἐν ἑαυτῷ. 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ ⸆ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.* 28 μὴ θαυμάζετε τοῦτο,* ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ⸀ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς,* ⸂οἱ δὲ⸃ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
*30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ ⸀οὐδέν·* καθὼς ἀκούω κρίνω,* καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ✽ ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με⸆.*
