Translation: John 6:1-21
Greek Text
Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης ⸂τῆς Γαλιλαίας τῆς Τιβεριάδος⸃.* 2 ⸂ἠκολούθει δὲ⸃ αὐτῷ ὄχλος πολύς,* ⸄ὅτι ἐθεώρουν⸅ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.* *3 ἀνῆλθεν ⸀δὲ εἰς τὸ ὄρος ⸁Ἰησοῦς καὶ ⸂ἐκεῖ ἐκάθητο⸃ μετὰ τῶν μαθητῶν αὐτοῦ.* *4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.*
*5 Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι ⸉πολὺς ὄχλος⸊ ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς ⸆ Φίλιππον· πόθεν ⸀ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;* 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.* 7 ⸂ἀπεκρίθη αὐτῷ⸃ °[ὁ] Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ °1[τι] λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ,* Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9 ἔστιν παιδάριον ⸆ ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ⸂ταῦτα τί ἐστιν⸃ εἰς τοσούτους; 10 εἶπεν ⸆ ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν °οἱ ἄνδρες τὸν ἀριθμὸν ⸂ὡς πεντακισχίλιοι⸃.* 11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ ⸂εὐχαριστήσας διέδωκεν⸃ ⸆ τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.* 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ⸀ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. *14 Οἱ οὖν ἄνθρωποι ἰδόντες* ⸂ὃ ἐποίησεν σημεῖον⸃ ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ⸉ἐρχόμενος εἰς τὸν κόσμον⸊.* *15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ⸂ἵνα ποιήσωσιν⸃* βασιλέα, ✽ ⸀ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος⸆.*
*16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ* ἐπὶ τὴν θάλασσαν 17 καὶ ἐμβάντες εἰς ⸆ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ.* ⸂καὶ σκοτία ἤδη ἐγεγόνει⸃ καὶ ⸄οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς⸅, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.* 19 ἐληλακότες οὖν ὡς ⸀σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ ⸂τῆς θαλάσσης⸃ καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον,* καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε.* 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ⸉ἐγένετο τὸ πλοῖον⸊ ἐπὶ ⸂τῆς γῆς⸃ εἰς ἣν ὑπῆγον.
