Translation: John 6:22-71
Text
Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ⸀εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ⸆ καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·* 23 ⸂ἄλλα ⸀ἦλθεν ⸁πλοιάρια⸃ ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον ⸋εὐχαριστήσαντος τοῦ κυρίου⸌.* 24 ⸂ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ⸃ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ⸀ἐνέβησαν ⸄αὐτοὶ εἰς τὰ πλοιάρια⸅ καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.* 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε ⸀γέγονας;
Text
26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα,* ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ ⸋τὴν* βρῶσιν⸌ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον,* ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ὑμῖν δώσει⸃· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.* 28 εἶπον οὖν πρὸς αὐτόν· τί ⸂ποιῶμεν ἵνα ἐργαζώμεθα⸃ τὰ ἔργα τοῦ θεοῦ; 29 ἀπεκρίθη °[ὁ] Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ,* ἵνα ⸀πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
*30 Εἶπον οὖν αὐτῷ·* τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;* *31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ⸀ἔδωκεν αὐτοῖς φαγεῖν.* 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς ⸀δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·* 33 ὁ γὰρ ἄρτος ⸆ τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.* 34 εἶπον οὖν πρὸς αὐτόν· κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. **35 εἶπεν ⸆ αὐτοῖς ὁ Ἰησοῦς·* ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ✽ ὁ ἐρχόμενος πρὸς ⸀ἐμὲ οὐ μὴ πεινάσῃ ⸇,* καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ ⸁διψήσει πώποτε.