Translation: John 10:22-42
Text
Ἐγένετο ⸀τότε τὰ ἐγκαίνια ἐν °τοῖς Ἱεροσολύμοις,* ⸁χειμὼν ἦν, 23 καὶ περιεπάτει °ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ °1τοῦ Σολομῶνος.* 24 ⸀ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.* 25 ἀπεκρίθη ⸂αὐτοῖς ὁ Ἰησοῦς⸃· * εἶπον ὑμῖν καὶ ⸄οὐ πιστεύετε⸅· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·* 26 ἀλλʼ ὑμεῖς οὐ πιστεύετε,* ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν⸆.* 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν,* κἀγὼ γινώσκω αὐτὰ καὶ ἀκολουθοῦσίν μοι,* 28 κἀγὼ ⸉δίδωμι αὐτοῖς ζωὴν αἰώνιον⸊ καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα καὶ ⸂οὐχ ἁρπάσει τις⸃ αὐτὰ ἐκ τῆς χειρός μου.* 29 ὁ πατήρ °μου ⸂ὃ δέδωκέν μοι πάντων μεῖζόν⸃ ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός⸆.* 30 ἐγὼ καὶ ὁ πατὴρ ⸆ ἕν ἐσμεν.
31 Ἐβάστασαν ⸀πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα ⸉λιθάσωσιν αὐτόν⸊.* 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν⸃ ἐκ τοῦ πατρός⸆· * διὰ ποῖον ⸀αὐτῶν ἔργον ⸉ἐμὲ λιθάζετε⸊; 33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι⸆· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας,* καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν ⸇ θεόν. 34 ἀπεκρίθη ⸂αὐτοῖς [ὁ] Ἰησοῦς⸃· οὐκ ἔστιν γεγραμμένον ⸆ ἐν τῷ νόμῳ °ὑμῶν ὅτι ἐγὼ εἶπα·* θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς ⸋πρὸς οὓς ὁ λόγος ⸉τοῦ θεοῦ ἐγένετο⸊⸌, καὶ οὐ δύναται λυθῆναι ⸋1ἡ γραφή⸌,* 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς* λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον·* ⸆ υἱὸς °τοῦ θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·* 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ ⸀πιστεύητε, τοῖς ἔργοις ⸁πιστεύετε,* ἵνα γνῶτε ⸂καὶ γινώσκητε⸃ ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸄τῷ πατρί⸅.* *39 ⸂Ἐζήτουν [οὖν]⸃ ⸄ αὐτὸν πάλιν⸅ πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.*
40 Καὶ ἀπῆλθεν °πάλιν πέραν τοῦ Ἰορδάνου ⸋εἰς τὸν τόπον⸌ ⸀ὅπου ἦν Ἰωάννης ⸂τὸ πρῶτον⸃ βαπτίζων καὶ* ⸀1ἔμεινεν ἐκεῖ. *41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον °ὅτι Ἰωάννης μὲν ⸉σημεῖον ἐποίησεν⸊ ⸀οὐδέν, πάντα δὲ ὅσα ⸂εἶπεν Ἰωάννης⸃ περὶ τούτου ἀληθῆ ἦν.* 42 καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ⸃.*