Untitled Sermon

Sermon  •  Submitted
0 ratings
· 11 views
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
📷10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί,
διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
📷ἵνα τὸ αὐτὸ λέγητε πάντες
καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα,
📷 ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ
καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης
ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
12 λέγω δὲ τοῦτο
ὅτι ἕκαστος ὑμῶν λέγει·
ἐγὼ μέν εἰμι Παύλου,
ἐγὼ δὲ Ἀπολλῶ,
ἐγὼ δὲ Κηφᾶ,
ἐγὼ δὲ Χριστοῦ.
13 μεμέρισται ὁ Χριστός;
μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν,
ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
14 εὐχαριστῶ [τῷ θεῷ] ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
15 ἵνα μή τις εἴπῃ
ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε.
16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον,
λοιπὸν οὐκ οἶδα
εἴ τινα ἄλλον ἐβάπτισα.
17 οὐ γὰρ ἀπέστειλέν με Χριστὸς
βαπτίζειν
ἀλλʼ εὐαγγελίζεσθαι,
οὐκ ἐν σοφίᾳ λόγου,
ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
Related Media
See more
Related Sermons
See more