증인, 징계->길
Τοιγαροῦν καὶ ἡμεῖς ⸀τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων,* ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν ⸁εὐπερίστατον ἁμαρτίαν,* διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα* 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν* Ἰησοῦν,* ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν ⸆ σταυρὸν αἰσχύνης* καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ ⸀κεκάθικεν.* 3 ἀναλογίσασθε γὰρ °τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ⸀ἑαυτὸν ἀντιλογίαν,* ἵνα μὴ κάμητε ταῖς ψυχαῖς °1ὑμῶν ⸁ἐκλυόμενοι.*
4 Οὔπω ⸆ μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ⸀ἀνταγωνιζόμενοι.* 5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται·
Υἱέ °μου,* μὴ ὀλιγώρει παιδείας κυρίου
⸀μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·
6 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει,*
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.*
7 ⸀εἰς παιδείαν ὑπομένετε,* ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός.* τίς γὰρ ⸆ υἱὸς ὃν οὐ παιδεύει πατήρ; 8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε. 9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ °[δὲ] μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν ⸀πνευμάτων καὶ ζήσομεν;* 10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.* 11 πᾶσα ⸀δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης,* ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ* αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
*12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,* 13 καὶ τροχιὰς ὀρθὰς ⸀ποιεῖτε τοῖς ποσὶν ὑμῶν,* ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.