Luke 21:7-19
Introduction
*7 Ἐπηρώτησαν δὲ αὐτὸν ⸆ λέγοντες·* Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ⸂ὅταν μέλλῃ ταῦτα γίνεσθαι⸃;* 8 ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες·* ⸆ Ἐγώ εἰμι, καί· Ὁ καιρὸς ἤγγικεν.* μὴ ⸇ πορευθῆτε ὀπίσω αὐτῶν. 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ ⸀πτοηθῆτε·* δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.
10 ⸋Τότε ἔλεγεν αὐτοῖς·*⸌ Ἐγερθήσεται ⸆ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,* 11 σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους⸃ ⸉λιμοὶ καὶ λοιμοὶ⸊ ἔσονται,* φόβητρά τε ⸄καὶ ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα ἔσται⸅.*
*12 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν,* παραδιδόντες εἰς °τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·* 13 ἀποβήσεται ⸆ ὑμῖν εἰς* μαρτύριον. *14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ ⸀προμελετᾶν ἀπολογηθῆναι·* 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται* ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.* 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων,* καὶ θανατώσουσιν ἐξ ὑμῶν,* 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.* 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.* 19 ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν.*