1 John 4:12-21
Perfect Love Casts Out Fear
12 θεὸν οὐδεὶς πώποτε τεθέαται.* ἐὰν ἀγαπῶμεν ἀλλήλους,* ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ♦⸂ἐν ἡμῖν τετελειωμένη ἐστιν⸃.* 13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν,* ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ ⸀δέδωκεν ἡμῖν.* 14 καὶ ἡμεῖς ⸀τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν* τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.*15 ὃς ⸂ἐὰν ὁμολογήσῃ⸃* ὅτι Ἰησοῦς ⸆ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ,* ὁ θεὸς ἐν αὐτῷ* μένει καὶ αὐτὸς ἐν ⸄τῷ θεῷ⸅.* 16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ ⸀πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν.*
Ὁ θεὸς ἀγάπη ἐστίν,* καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ °μένει.* 17 ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν,* ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ⸀ἡμέρᾳ τῆς κρίσεως⸆,* ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ⸁ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.* 18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.* 19 ἡμεῖς ⸆ ἀγαπῶμεν⸇, ὅτι ⸀αὐτὸς ⸁πρῶτος ἠγάπησεν ἡμᾶς.* 20 ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,* ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν ♦⸀οὐ δύναται ἀγαπᾶν.* 21 καὶ ταύτην τὴν ἐντολὴν ⸂ἔχομεν ἀπʼ αὐτοῦ⸃, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
3 Blessed be the God and Father of our Lord Jesus Christ, who has blessed us in Christ with every spiritual blessing in the heavenly places, 4 even as he chose us in him before the foundation of the world, that we should be holy and blameless before him. In love 5 he predestined us for adoption to himself as sons through Jesus Christ, according to the purpose of his will, 6 to the praise of his glorious grace, with which he has blessed us in the Beloved.
