Ομιλια Πρωτη
(9.) ΟΜΙΛΙΑ ΠΡΩΤΗ. (23)
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα τος
Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, (25)
καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· χάρις ὑμῖν καὶ
εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου
Ἰησοῦ Χριστοῦ.
αʹ.
Ἰδοὺ τὸ, διὰ, τῷ Πατρὶ δέδωκε. Τί οὖν; ἐλάττονα αὐτὸν
ἐροῦμεν; Μηδαμῶς. Τοῖς ἁγίοις, φησὶ, (30)
τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ
Ἰησοῦ. Ἰδοὺ, ἁγίους καλεῖ, ἄνδρας ἔχοντας καὶ παιδία
καὶ γυναῖκας καὶ οἰκέτας. Ὅτι δὲ τούτους οὕτω καλεῖ,
δῆλον ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ·
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε· @1 (35)
(10.) καὶ πάλιν, Τὰ τέκνα, ὑπακούετε τοῖς πατράσιν (24)
ὑμῶν· καὶ, Οἱ δοῦλοι, ὑπακούετε τοῖς δεσπόταις. (25)
Ἐννοήσωμεν ὅση κατέχει νῦν ἡ ῥᾳθυμία, καὶ πῶς
σπανίζει τὰ τῆς ἀρετῆς, καὶ ὅση τότε ἡ φορὰ ἡ τῶν
ἐναρέτων, ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς
λέγεσθαι. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ
Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπε (30)
χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε· τῆς χάριτος γὰρ
ἐκείνης τεκμήριον τοῦτο. Πῶς; Ἄκουσον
αὐτοῦ ἑτέρωθι λέγοντος· Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν
ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς
τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Καὶ (35)
Κυρίου Ἰησοῦ Χριστοῦ. Δι’ ἡμᾶς γὰρ Χριστὸς γέγονε,
καὶ ἐν σαρκὶ ὤφθη. Εὐλογητὸς ὁ Θεὸς, @1
(11.) φησὶ, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἰδοὺ, Θεὸς τοῦ σαρκωθέντος. Εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ
Θεοῦ Λόγου Πατήρ. Ὁ εὐλογήσας
ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις
ἐν Χριστῷ. Τὴν Ἰουδαϊκὴν ἐνταῦθα αἰνίτ- (5)
τεται· εὐλογία μὲν γὰρ ἦν κἀκείνη, ἀλλ’ οὐ πνευματική.
Τί γὰρ ἔλεγεν; Εὐλογήσαι σε ὁ Θεός· Εὐλογήσει τὰ ἔκγονα
τῆς κοιλίας σου, καὶ εὐλογήσει
τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου. Ἐνταῦθα
δὲ οὐχ οὕτως, ἀλλὰ τί; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. (10)
Τί γὰρ ἔτι σοι λείπει; Γέγονας ἀθάνατος, γέγονας ἐλεύθερος,
γέγονας υἱὸς, γέγονας δίκαιος,
γέγονας ἀδελφὸς, γέγονας συγκληρονόμος, συμβασιλεύεις,
συνδοξάζῃ· πάντα σοι κεχάρισται. Πῶς οὐχὶ
καὶ σὺν αὐτῷ, φησὶ, τὰ πάντα ἡμῖν χαρίσεται; (15)
Ἡ ἀπαρχή σου ὑπὸ ἀγγέλων προσκυνεῖται, ὑπὸ τῶν
Χερουβὶμ, ὑπὸ τῶν Σεραφίμ· τί ἔτι λείπει; Ἐν
πάσῃ εὐλογίᾳ πνευματικῇ. Οὐδὲν σαρκικὸν ἐνταῦθα.
Διὰ τοῦτο πάντα ἐξεῖλεν ἐκεῖνα εἰπὼν, Θλῖψιν ἕξετε
ἐν τῷ κόσμῳ, πρὸς ταῦτα ἡμᾶς ἀγαγών. Ὥσπερ (20)
γὰρ οἱ τὰ σαρκικὰ ἔχοντες, τῶν πνευματικῶν ἀκοῦσαι
οὐκ ἠδύναντο· οὕτως οἱ τῶν πνευματικῶν τυγχάνοντες,
οὐ δύνανται αὐτῶν ἐπιτυγχάνειν, ἂν μὴ πρότερον τῶν
σαρκικῶν ἀποστῶσι. Τί ἐστιν, Εὐλογία
πνευματικὴ ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησὶ, (25)
καθάπερ παρὰ Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
Εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· Εὐλογήσει ὁ Θεὸς
τὴν γῆν σου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον,
ἀλλὰ τί; Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει,
καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, (30)
καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ὁ ἀκούων μου
τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται
ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν
οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσαν οἱ
ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ προσέῤῥηξαν (35)
τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ
ἐπὶ τὴν πέτραν. Ἡ δὲ πέτρα ποία ἐστὶν, ἀλλ’ ἢ τὰ
οὐράνια πράγματα, τὰ πάσης μεταβολῆς ἀνώτερα;
Ὅστις γὰρ ἂν ὁμολογήσῃ με, φησὶν, ἔμπροσθεν
τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν (40)
τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ, Ὅστις
ἀπαρνήσεταί με, ἀρνήσομαι αὐτὸν κἀγώ· καὶ
πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ
τὸν Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοι οἱ πτωχοὶ
τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν (45)
οὐρανῶν· καὶ πάλιν, Μακάριοί ἐστε οἱ δεδιωγμένοι
ἕνεκεν δικαιοσύνης, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς
ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τοὺς οὐρανοὺς,
οὐδαμοῦ γῆν, οὐδὲ τὰ ἐν τῇ γῇ; Καὶ πάλιν, Ἡμῶν
τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ (50)
Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν· καὶ πάλιν,
Μὴ τὰ ἐπίγεια φρονοῦντες, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς.
Ἐν Χριστῷ Ἰησοῦ. Τουτέστι, διὰ Χριστοῦ
Ἰησοῦ, οὐ διὰ Μωϋσέως ἦν αὕτη ἡ εὐλογία. Ὥστε οὐ
μόνον τῇ ποιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν (55)
ἡμεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησί· Καὶ
Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὑτοῦ, ὡς
θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός
ἐσμεν ἡμεῖς. Καθὼς καὶ ἐξελέξατο ἡμᾶς, φησὶν, (60)
ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς
ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Ὃ δὲ
λέγει, τοιοῦτόν ἐστι· Δι’ οὗ εὐλόγησεν ἡμᾶς,
διὰ τούτου καὶ ἐξελέξατο. Αὐτὸς τοίνυν ἡμῖν ἐκεῖ δώσει @1
(12.) ἐκεῖνα πάντα, αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ· Δεῦτε,
οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε
τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς
κόσμου· καὶ πάλιν, Ὅπου εἰμὶ ἐγὼ, θέλω
ἵνα καὶ οὗτοι ὦσι. (5)
βʹ.
Καὶ ἐν πάσαις σχεδὸν ταῖς Ἐπιστολαῖς τοῦτο σπουδάζει
δεικνύναι, ὅτι οὐ νεώτερα τὰ καθ’ ἡμᾶς, ἀλλ’
ἄνωθεν οὕτω τετύπωτο, οὐδ’ ἐκ μεταμελείας, ἀλλ’
οὕτως ᾠκονόμητο καὶ προώριστο. Καὶ τοῦτο δὲ κηδεμονίας
πολλῆς. Τί ἐστιν, Ἐν αὐτῷ ἐξελέξατο; Διὰ (10)
τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς, φησὶ, τοῦτο κατώρθωσε,
πρὶν ἢ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἢ τὸν
κόσμον καταβληθῆναι. Καὶ καλῶς καταβολὴν εἶπεν,
ὡς ἀπό τινος ὕψους καταβεβλημένον μεγάλου αὐτὸν
δεικνύς. Καὶ γὰρ μέγα καὶ ἄφατον τὸ ὕψος τοῦ Θεοῦ, (15)
οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως,
καὶ πολὺ τὸ μέσον κτίσματος καὶ κτίστου.
Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ ταῦτα ἀκούοντες.
Τί δὲ ἐξελέξατο; Ὥστε εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους
κατενώπιον αὐτοῦ. Ἵνα τοίνυν μὴ, ἀκούσας, ὅτι (20)
Ἐξελέξατο, τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ
τὸν βίον προστίθησι· Διὰ τοῦτο ἐξελέξατο, φησὶ, καὶ
ἐπὶ τούτῳ, ἵνα ἅγιοι ὦμεν καὶ ἄμωμοι. Ἐξελέξατο
καὶ Ἰουδαίους ποτέ. Πῶς; Ἔθνος τοῦτο, φησὶν,
ἐξελέξατο ἐκ τῶν ἐθνῶν. Εἰ δὲ ἄνθρωποι ἐκλεγό- (25)
μενοι, τὰ κάλλιστα ἐκλέγονται, πολλῷ μᾶλλον ὁ
Θεός.
Καὶ τὸ ἐκλεγῆναι δὲ, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας
τεκμήριον καὶ τῆς αὐτῶν ἀρετῆς· πάντως γὰρ
αὐτοὺς δοκίμους ἐξελέξατο· ἐποίησεν ἡμᾶς αὐτὸς (30)
ἁγίους, ἀλλὰ δεῖ μεῖναι ἁγίους. Ἅγιός ἐστιν ὁ τῆς
πίστεως μετέχων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον μετιών.
Ἀλλ’ ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς
ἐπιζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι.
Εἰσὶ γὰρ ἅγιοι καὶ ἄμωμοι, ἀλλ’ ἀνθρώποις οὕτω (35)
νομιζόμενοι, οἱ τάφοις ἐοικότες κεκονιασμένοις,
καθὼς οἱ τὰς δορὰς τῶν προβάτων ἔχοντες. Ἀλλ’ οὐ
τοιούτους ζητεῖ, ἀλλ’ οἵους ὁ Προφήτης φησί· Καὶ
κατὰ τὴν καθαρότητα τῶν χειρῶν μου. Ποίαν;
Τὴν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἁγιωσύνην ζητεῖ, (40)
ἣν ὁ τοῦ Θεοῦ ὀφθαλμὸς ὁρᾷ. Εἶπε καὶ τούτων τὰ
κατορθώματα, καὶ πάλιν ἐπὶ τὴν χάριν ἄνεισι, καί
φησιν· Ἐν ἀγάπῃ, προορίσας ἡμᾶς. Οὐ γὰρ ἀπὸ
πόνων οὐδὲ κατορθωμάτων τοῦτο γίνεται, ἀλλ’ ἀπὸ
ἀγάπης, οὔτε ἀπὸ ἀγάπης μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς (45)
ἡμετέρας ἀρετῆς. Εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης,
ἡμετέρας ἀρετῆς. Εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης,
ἐχρῆν ἅπαντας σωθῆναι· εἰ δὲ ἀπὸ τῆς ἡμετέρας
ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ
πάντα τὰ οἰκονομηθέντα. Ἀλλ’ οὔτε ἀπὸ ἀγάπης μόνης,
οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς, ἀλλ’ ἐξ ἀμφο- (50)
τέρων. Ἐξελέξατο γὰρ ἡμᾶς, φησίν· ὁ δὲ ἐκλεγόμενος
οἶδεν ὅπερ ἐκλέγεται. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡμᾶς.
Οὐδένα γὰρ ἂν ἔσωσεν ἡ ἀρετὴ, τῆς
ἀγάπης μὴ οὔσης. Εἰπὲ γάρ μοι, τί Παῦλος ἂν ὠφελήθη,
τί δὲ ἂν ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν αὐτὸν (55)
ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; Ἄλλως
δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς
ἡμετέρας ἀρετῆς. Τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ
πιστεῦσαι καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν
τοῦ καλέσαντος, πλὴν ἀλλὰ καὶ ἡμέτερον· τὸ δὲ (60)
προσελθόντας τοσούτων ἀξιῶσαι τιμῶν, ὥστε εὐθέως @1
(13.) ἀπὸ ἔχθρας εἰς υἱοθεσίαν ἀγαγεῖν, ὑπερβαλλούσης
ὄντως ἀγάπης. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡμᾶς
εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Ὁρᾷς
πῶς οὐδὲν ἄνευ Χριστοῦ; πῶς οὐδὲν ἄνευ τοῦ Πατρός;
Ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε. Καὶ ταῦτα (5)
τίθησιν ἐπαίρων τὰ γεγενημένα, καθάπερ καὶ ἑτέρωθί φησιν·
Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα
διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Μεγάλα μὲν
γὰρ τὰ δοθέντα, πολλῷ δὲ μείζονα γίνεται τῷ διὰ
τοῦ Χριστοῦ δοθῆναι· ὅτι οὐκ ἔπεμψέ τινα τῶν δού- (10)
λων πρὸς τοὺς δούλους, ἀλλ’ αὐτὸν τὸν Μονογενῆ.
Κατὰ τὴν εὐδοκίαν, φησὶ, τοῦ θελήματος αὑτοῦ.
Τουτέστιν, διὰ τὸ σφοδρῶς θελῆσαι. Ἡ ἐπιθυμία
αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη ἐστί· πανταχοῦ γὰρ
εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον. Ἔστι γὰρ (15)
καὶ ἄλλο θέλημα· οἷον, θέλημα πρῶτον, τὸ μὴ ἀπολέσθαι
ἡμαρτηκότας· θέλημα δεύτερον, τὸ γενομένους κακοὺς
ἀπολέσθαι. Οὐ γὰρ δὴ ἀνάγκη αὐτοὺς
κολάζει, ἀλλὰ θέλημα. Τοιοῦτον καὶ ἐπὶ Παύλου ἔστιν
ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ· Θέλω πάντας ἀνθρώ- (20)
πους εἶναι ὡς καὶ ἐμαυτόν· καὶ πάλιν, Θέλω
νεωτέρας γαμεῖν, τεκνογονεῖν. Εὐδοκίαν οὖν τὸ
πρῶτον θέλημά φησι, τὸ σφοδρὸν θέλημα, τὸ μετὰ
ἐπιθυμίας θέλημα, τὸ πεῖσμα· οὐ γὰρ παραιτήσομαι
καὶ κοινοτέρᾳ λέξει χρήσασθαι σαφηνείας ἕνεκεν τῶν (25)
ἀφελεστέρων· οὕτω γὰρ καὶ ἡμεῖς τὴν ἐπίτασιν τοῦ
θελήματος δηλοῦντες, Κατὰ τὸ πεῖσμα ἡμῶν, λέγομεν.
Ὃ οὖν λέγει, τοῦτό ἐστι· Σφόδρα ἐφίεται, σφόδρα
ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας.
Τίνος οὖν ἕνεκεν οὕτως ἡμᾶς ἀγαπᾷ, καὶ πόθεν (30)
οὕτω φιλεῖ; Ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις
ἀγαθότητός ἐστι. Διὰ τοῦτό φησιν, Εἰς υἱοθεσίαν
ἡμᾶς προώρισε, θέλων, καὶ σφόδρα τοῦτο βουλόμενος,
ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ. Κατὰ τὴν
εὐδοκίαν τοῦ θελήματος αὑτοῦ, φησὶν, εἰς ἔπαι- (35)
νον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ ἐχαρίτωσεν
ἡμᾶς ἐν τῷ ἠγαπημένῳ. Ἵνα ἡ τῆς χάριτος αὐτοῦ
δόξα δειχθῇ, φησὶν, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ
ἠγαπημένῳ.
γʹ.
Οὐκοῦν εἰ εἰς τοῦτο ἐχαρίτωσεν, εἰς ἔπαινον δόξης (40)
τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ,
μείνωμεν ἐν αὐτῇ. Εἰς ἔπαινον δόξης. Τί ἐστι τοῦτο;
ἵνα τις αὐτὸν ἐπαινέσῃ; ἵνα τις δοξάσῃ; ἡμεῖς,
ἄγγελοι, ἀρχάγγελοι, ἀλλὰ πᾶσα ἡ κτίσις; Καὶ τί
τοῦτο; Οὐδέν· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Τίνος οὖν ἕνεκεν (45)
βούλεται ἐπαινεῖσθαι καὶ δοξάζεσθαι παρ’ ἡμῶν;
Ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερμοτέραν ἡμῖν ἐγγενέσθαι.
Οὐδενὸς γὰρ ἐφίεται τῶν παρ’ ἡμῶν, ἀλλ’ ἢ
τῆς σωτηρίας μόνης, οὐ διακονίας, οὐ δόξης, οὐκ
ἄλλου οὐδενὸς, καὶ πάντα διὰ τοῦτο ποιεῖ. Ὁ γὰρ (50)
ἐπαινῶν καὶ θαυμάζων τὴν εἰς αὑτὸν χάριν γεγενημένην,
προσεκτικώτερος ἔσται καὶ σπουδαιότερος.
Ἧς ἐχαρίτωσεν ἡμᾶς, φησίν. Οὐκ εἶπεν, Ἧς ἐχαρίσατο,
ἀλλ’, Ἐχαρίτωσεν ἡμᾶς· τουτέστιν οὐ μόνον ἁμαρτημάτων
ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους (55)
ἐποίησε. Καθάπερ ἂν εἴ τις λαβὼν ψωραλέον
τινὰ, καὶ λοιμῷ καὶ νόσῳ διεφθαρμένον, καὶ γήρᾳ
καὶ πενίᾳ καὶ λιμῷ, εὐθέως εὔμορφον νεώτερον ἐργάσαιτο,
πάντας ἀνθρώπους νικῶντα τῷ κάλλει, σφοδρὰν μὲν τὴν
αὐγὴν ἀφιέντα ἀπὸ τῶν παρειῶν, καὶ @1 (60)
(14.) τὰς μαρμαρυγὰς τοῦ ἡλίου ἀποκρύπτοντα ταῖς τῶν
ὀφθαλμῶν βολαῖς, εἶτα ἐν αὐτῷ καταστήσειε τῷ τῆς
ἡλικίας ἄνθει, καὶ μετὰ τοῦτο ἁλουργίδα περιβάλοι
καὶ διάδημα καὶ πάντα τὸν κόσμον τὸν βασιλικόν·
οὕτως ἐξήσκησε τὴν ψυχὴν ἡμῶν, καὶ καλὴν καὶ (5)
ποθεινὴν καὶ ἐπέραστον ἐποίησεν. Ἐπιθυμοῦσι γὰρ
ἄγγελοι παρακύψαι πρὸς τὴν τοιαύτην ψυχὴν, ἀρχάγγελοι,
πᾶσαι αἱ ἄλλαι δυνάμεις. Οὕτως ἡμᾶς καὶ
ἐπιχάριτας ἐποίησε, καὶ ἑαυτῷ ποθεινούς. Ἐπιθυμήσει
γὰρ, φησὶν, ὁ βασιλεὺς τοῦ κάλλους σου. (10)
Ὅρα γὰρ οἷα πρὸ τούτου ἐπιβλαβῆ φθεγγόμενοι, οἷα
κεχαριτωμένα ῥήματα φθεγγόμεθα νῦν. Οὐκέτι πλοῦτον
θαυμάζομεν, οὐκέτι τὰ ἐνταῦθα, ἀλλὰ τὰ οὐράνια καὶ τὰ
ἐν τοῖς οὐρανοῖς. Οὐχὶ χαρίεν ἐκεῖνο τὸ
παιδίον εἶναί φαμεν, ὅπερ ἂν μετὰ τῆς τοῦ σώματος (15)
ὥρας καὶ πολλὴν ἔχει τὴν ἐν τοῖς ῥήμασι χάριν;
Τοιοῦτοί εἰσιν οἱ πιστοί. Ὅρα οἷα φθέγγονται οἱ μεμυημένοι.
Τί γὰρ χαριέστερον ἐκείνου τοῦ στόματος
γένοιτ’ ἂν, τοῦ τὰ θαυμαστὰ ῥήματα ἀφιέντος, καὶ
καθαρᾷ καρδίᾳ καὶ καθαροῖς χείλεσι μεταλαμβάνοντος (20)
τραπέζης μυστικῆς τοιαύτης μετὰ πολλῆς τῆς
λαμπρότητος καὶ τῆς παῤῥησίας; τί χαριέστερον τῶν
ῥημάτων, δι’ ὧν ἀποτασσόμεθα τῷ διαβόλῳ; δι’ ὧν
συντασσόμεθα τῷ Χριστῷ; τῆς ὁμολογίας ἐκείνης τῆς πρὸ
τοῦ λουτροῦ; τῆς μετὰ τὸ λουτρόν; Ἐννοήσωμεν ὅσοι (25)
διεφθείραμεν τὸ βάπτισμα, καὶ στενάξωμεν, ἵνα
δυνηθῶμεν αὐτὸ πάλιν ἀναλαβεῖν. Διὰ τοῦ ἠγαπημένου,
φησὶν, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ
αἵματος αὐτοῦ. Πῶς; Οὐ μόνον ὅτι τὸν Υἱὸν ἔδωκε
θαυμαστὸν, ἀλλ’ ὅτι καὶ τούτῳ τῷ τρόπῳ, ὥστε σφα- (30)
γῆναι αὐτὸν τὸν ἀγαπώμενον. Πολλὴ ἡ ὑπερβολή·
τὸν ἀγαπώμενον ὑπὲρ τῶν μισουμένων ἔδωκεν. Ὅρα
πόσου ἡμᾶς τιμᾶται. Εἰ, ὅτε αὐτὸν ἐμισοῦμεν καὶ
ἐχθροὶ ἦμεν, καὶ ἀγαπώμενον ἔδωκε· τί οὐ ποιήσει λοιπὸν,
ὅταν τούτῳ καταλλαγῶμεν διὰ τῆς χάρι- (35)
τος; Τὴν ἄφεσιν, φησὶ, τῶν παραπτωμάτων.
Ἄνωθεν κάτω κάτεισι· πρότερον υἱοθεσίαν εἰπὼν
καὶ ἁγιασμὸν καὶ ἀμώμους, καὶ τότε τὸ πάθος, οὐ
μειῶν, οὐδὲ ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μικρὰ κατάγων
τὸν λόγον, ἀλλ’ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα (40)
ἀνιών. Οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι
τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· καὶ τῆς υἱοθεσίας καὶ τῶν
ἄλλων δωρεῶν τοῦτο μεῖζον, τὸ μηδὲ τοῦ Υἱοῦ φείσασθαι.
Μέγα γὰρ τὸ ἀφεθῆναι τῶν ἁμαρτημάτων,
ἀλλὰ τὸ μεῖζον, τὸ διὰ τοῦ αἵματος τοῦ Δεσποτικοῦ. (45)
Ὅτι γὰρ τοῦτο πολλῷ μεῖζον ἁπάντων, ὅρα πῶς καὶ
ἐνταῦθα ἀνεβόησε λέγων· Κατὰ τὸν πλοῦτον τῆς χάριτος
αὑτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς. Πλοῦτος μὲν
γὰρ κἀκεῖνος, πολλῷ δὲ πλέον οὗτος. Ἧς ἐπερίσσευσε,
φησὶν, εἰς ἡμᾶς. Καὶ πλοῦτος, καὶ, Ἐπε- (50)
ρίσσευσε, τουτέστι, ἀφάτως ἐξεχύθη. Οὐκ ἔνεστι
λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθημεν.
Πλοῦτος γάρ ἐστι, πλοῦτος περισσεύων, πλοῦτος
οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ, ὥστε πανταχόθεν ἀμήχανον
αὐτὸν λεχθῆναι. Δεικνὺς δὲ πῶς εἰς περισσείαν (55)
ἔδωκεν, Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, φησὶ,
γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑτοῦ·
τουτέστι, σοφοὺς καὶ φρονίμους ποιήσας τὴν
ὄντως σοφίαν, τὴν ὄντως φρόνησιν. @1
(15.) δʹ.
Βαβαὶ, πόση φιλία! Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν
λέγει. Τοῦ θελήματος αὑτοῦ, φησίν· ὡς ἂν εἴποι τις,
Τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι
τὸ μυστήριον τὸ πάσης σοφίας τε γέμον καὶ φρονήσεως.
Τί γὰρ ταύτης τῆς σοφίας ἴσον ἐρεῖς; τοὺς οὐδενὸς (5)
ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον
ἀναγάγῃ. Τί ταύτης τῆς εὐμηχανίας ἴσον; ὁ ἐχθρὸς,
ὁ μεμισημένος, οὗτος ἐξαίφνης ἄνω γέγονε. Καὶ οὐ
τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ· καὶ
τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ. Μακρὸς (10)
ἐνταῦθα δεῖξαι ὁ λόγος, πῶς σοφίας ἦν τοῦτο, καὶ
πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Διὸ πάλιν, Κατὰ τὴν
εὐδοκίαν αὑτοῦ, φησὶν, ἣν προέθετο ἐν αὐτῷ.
Τουτέστι, τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἂν
ἔχοι ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; (15)
Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Τοῦτο δὲ
Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Τοῦτο δὲ
γέγονεν, Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν
καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ
Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς
ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν (20)
ἐπιγείων, οὐκ εἶχε μίαν κεφαλήν. Κατὰ μὲν γὰρ
τὸν τῆς δημιουργίας λόγον εἷς Θεὸς ἦν· κατὰ δὲ
τὸν τῆς οἰκειώσεως οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης
κεχυμένης, ἀλλ’ ἀπεσχισμένοι ἦσαν τῆς ὑπακοῆς αὐτοῦ.
Εἰς οἰκονομίαν, φησὶ, τοῦ πληρώματος τῶν καιρῶν. (25)
Πλήρωμα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν. Ὅρα πῶς
ἀκριβῶς φθέγγεται. Καὶ τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ
Πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν
πρώτην ὁρμὴν, τὴν δὲ διὰ τῶν ἔργων ἐκπλήρωσιν
διὰ τοῦ Χριστοῦ, οὐδαμοῦ διάκονον αὐτὸν ὀνομάζει. (30)
Ἐξελέξατο ἡμᾶς, φησὶν, ἐν αὐτῷ, προορίσας
ἡμᾶς εἰς υἱοθεσίαν διὰ Χριστοῦ Ἰησοῦ εἰς αὐτὸν,
καὶ εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾧ
ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ,
ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος
τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα
ἐν τῷ Χριστῷ. Καὶ οὐδαμοῦ διάκονον αὐτὸν εἶπεν,
Εἰ δὲ τὸ, ἐν, καὶ τὸ, διὰ, διακόνου ἐστὶν, ὅρα ποῦ
τρέπει τὸ πρᾶγμα. Ἀρχόμενος γὰρ εὐθέως τῆς
Ἐπιστολῆς, Διὰ τοῦ θελήματος, εἶπε, τοῦ Πατρός. (40)
Ὁ Πατὴρ ἠθέλησε, φησὶν, ὁ Υἱὸς ἐνήργησεν. Ἀλλ’
οὔτε, ἐπειδὴ ὁ Πατὴρ ἠθέλησε, τῆς ἐνεργείας ἐκτός
ἐστιν ὁ Υἱός· οὔτε ἐπειδὴ ὁ Υἱὸς ἐνήργησε, τοῦ
θελήματος ἀπεστέρηται ὁ Πατὴρ, ἀλλὰ κοινὰ Πατρὸς
καὶ Υἱοῦ πάντα· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, φησὶ, (45)
καὶ τὰ σὰ ἐμά. Πλήρωμα δὲ τῶν καιρῶν ἡ παρουσία
@1 (16.) αὐτοῦ ἦν. Ἐπεὶ οὖν πάντα ἔπραξε καὶ δι’ ἀγγέλων,
καὶ διὰ προφητῶν, καὶ διὰ νόμου, καὶ οὐδὲν πλέον
ἐγένετο, ἀλλ’ ἐκινδύνευεν εἰκῆ γεγενῆσθαι ἄνθρωπος,
εἰκῆ παρῆχθαι, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ, πάντων
ἀπολλυμένων ἁπλῶς, καὶ μειζόνως ἢ ἐπὶ τοῦ κατακλυσμοῦ,
(5) εὗρε ταύτην τὴν οἰκονομίαν τὴν διὰ τῆς
χάριτος, ὥστε μὴ εἰκῆ μηδὲ μάτην αὐτὸν γενέσθαι.
Τὸ πλήρωμα τῶν καιρῶν τοῦτο λέγει, καὶ σοφίαν.
Πῶς; Ὅτι ὅτε μάλιστα ἔμελλον ἀπόλλυσθαι, τότε
διεσώθησαν. Ἀνακεφαλαιώσασθαι, φησίν. Τί ἐστιν, (10)
Ἀνακεφαλαιώσασθαι; Συνάψαι. Πλὴν ἀλλὰ σπουδάσωμεν
ἐγγὺς αὐτῆς γενέσθαι τῆς ἀληθείας. Παρὰ
μὲν γὰρ ἡμῖν καὶ ἐν τῇ συνηθείᾳ ἀνακεφαλαίωσις
λέγεται καὶ τὰ διὰ μακρῶν λεγόμενα εἰς βραχὺ συστεῖλαι,
καὶ πάντα τὰ διὰ πολλῶν λεγόμενα συντόμως (15)
εἰπεῖν. Ἔστι μὲν γὰρ καὶ τοῦτο· τὰ γὰρ διὰ μακροῦ
χρόνου οἰκονομούμενα ἀνεκεφαλαιώσατο ἐν ἑαυτῷ,
τουτέστι, συνέτεμε. Λόγον γὰρ συντελῶν, καὶ συντέμνων
ἐν δικαιοσύνῃ, καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα
προσέθηκε. Τοῦτό ἐστιν ἀνακεφαλαίωσις. Ἔστι καὶ (20)
ἕτερόν τι δηλούμενον. Ποῖον τοῦτο; Μίαν κεφαλὴν
ἅπασιν ἐπέθηκε τὸ κατὰ σάρκα Χριστὸν, καὶ ἀγγέλοις
καὶ ἀνθρώποις· τουτέστι, καὶ ἀγγέλοις μίαν
ἀρχὴν ἔδωκεν, καὶ ἀνθρώποις, τοῖς μὲν τὸ κατὰ σάρκα,
τοῖς δὲ τὸν Θεὸν Λόγον· ὡς ἂν περὶ οἰκίας τις εἴποι (25)
τὰ μὲν σαθρὰ, τὰ δὲ ἰσχυρὰ ἐχούσης· Ἀνῳκοδόμησε
τὴν οἰκίαν, τουτέστιν, ἰσχυροτέραν εἰργάσατο,
ἰσχυροτέραν κρηπῖδα ὑπέθηκεν· οὕτω καὶ ἐνταῦθα
πάντας ὑπὸ μίαν ἤγαγε κεφαλήν. Οὕτω γὰρ ἂν γένοιτο
ἕνωσις, οὕτως [ἂν γένοιτο] ἀκριβὴς συνάφεια, (30)
νοιτο ἕνωσις, οὕτως [ἂν γένοιτο] ἀκριβὴς συνάφεια, (30)
ὅταν ὑπὸ μίαν ἅπαντα ἀχθείη κεφαλὴν, σύνδεσμόν τινα
ἀναγκαῖον ἄνωθεν ἔχοντα. Τοσαύτης τοίνυν ἀξιωθέντες
δωρεᾶς, τοσαύτης τιμῆς, τοσαύτης φιλανθρωπίας, μὴ
καταισχύνωμεν τὸν εὐεργετήσαντα, μὴ εἰς
κενὸν τὴν τοσαύτην χάριν ποιήσωμεν, ἀγγελικὸν βίον (35)
ἐπιδειξώμεθα, ἀγγελικὴν ἀρετὴν καὶ πολιτείαν· ναὶ
δέομαι καὶ ἀντιβολῶ, ἵνα μὴ εἰς κρῖμα μηδ’ εἰς κατάκριμα
γένηται ταῦτα πάντα ἡμῖν, ἀλλ’ εἰς ἀπόλαυσιν ἀγαθῶν·
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, (40) μεθ’ οὗ τῷ Πατρὶ, ἅμα
τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, καὶ τὰ ἑξῆς. @1